previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παιδικά


῎Ωιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος:
τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
μᾶκος μὲν μετρίω γ᾽, ἀλλ᾽ ὁπόσον τῶ πέδα περρέχε
τᾶς γᾶς τοῦτο χάρις: ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μ᾽ οὐκέτι,
τάχα δ᾽ οὐδ᾽ ὅσον ὕπνω ᾿πιτύχην ἔσσετ᾽ ἐρωία:
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτ᾽ ἄμμε δι᾽ ὀφρύγων
αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥ᾽ ρος ἐδράξατο,
10εἰς οἶκον δ᾽ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
πολλὰ δ᾽ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν:
τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λεύκας οὐκετ᾽ ἴσησθ᾽ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
15πάντ᾽ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
καὶ μὰν ἄλλο δε λάθει: τόδ᾽ ἄρ᾽ ἦς λώιον, ἔμμεναι
ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσ᾽ ἐλάφω θοᾶς,
χαλάσει δ᾽ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
20οὐδ᾽ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδ᾽ ὐμαλίκων
μένει: τῷ δ᾽ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ: πολλὰ δ᾽ ὄρη νυκτὸς ἐνύπνια,
παύσασθαι δ᾽ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.
ταῦτα χἅτερα πολλὰ προτ᾽ ἐμὸν θυμὸν ἐμεμψάμαν.
25 δὲ τοῦτ᾽ ἔφατ᾽: ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσειν ῎Ερον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων
εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.
καὶ νῦν, εἴτ᾽ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
ἕλκειν τὸν ζυγόν, εἴτ᾽ οὐκ ἐθέλω: ταῦτα γὰρ ὦγαθὲ
30βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον
καὔτας Κυπρογενήας: ἔμε μάν, φύλλον ἐπάμερον,
σμίκρας δεύμενον αὔρας ὀνέμων κε θέλῃ φόρη.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HESTIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: